Ἑλλήνων ὄρχησις…
10 Μαρτίου, 2018 Σχολιάστε
8. Ἀναφέρεται ὅτι πρώτη ἡ Ρέα ἐθέλχθη ἀπὸ αὐτὴν τὴν τέχνη ταύτης (ὀρχήσεως) καὶ εἰς μὲν τὴν Φρυγίαν ἔβαλε τοὺς Κορύβαντας νὰ χορεύσουν, εἰς δὲ τὴν Κρήτην τοὺς Κουρῆτας, καὶ δὲν ὡφελήθη ὀλίγον ἐκ τῆς τέχνης αὐτῶν, ἀφοὺ διὰ τοῦ χοροῦ των τῆς ἔσωσαν τὸν Δία, ὥστε καὶ δικαίως ὁ Ζεὺς νὰ ὁμολογῇ ὅτι ὀφείλει εἰς αὐτοὺς σῶστρα, διότι χάρις εἰς τὴν ὄρχησίν των ἐσώθη ἀπὸ τοὺς ὀδόντας τοῦ πατρός του.
Ἐχόρευον δὲ ἔνοπλοι καὶ ἐν τῷ μεταξὺ ἐκρότουν τὰ ξίφη ἐπὶ τῶν ἀσπίδων καὶ ἐνεπήδων κατὰ τρόπον ἐνθουσιώδη καὶ πολεμικόν. Ἔπειτα οἱ ἐπιφανέστεροι τῶν Κρητῶν ἐπιμελῶς ἀσκηθέντες ἔγιναν ἄριστοι χορευταί, ὄχι μόνον οἱ ἀπλοὶ πολίται ἀλλὰ καὶ οἱ ἀνήκοντες εἰς ἡγεμονικὰς οἰκογενείας καὶ πρωτεύοντες. Ὁ Ὅμηρος ὄχι διὰ νὰ ψέξῃ, ἀλλὰ διὰ νὰ ἐπαινέσῃ τὸν Μηριόνην, τὸν ὡνόμασεν ὀρχηστήν, καὶ τόσον ἦτο γνωστός καὶ διεκρίνετο οὖτος διὰ τὴν χορευτικήν του τέχνην, ὥστε ὄχι μόνον οἱ Ἕλληνες ἐγνώριζον τοῦτο, ἀλλὰ καὶ αὐτοὶ οἱ Τρῶες, καίτοι ἐχθροί• καὶ ὑποθέτω ὅτι τὸ ἐμάντευον βλέποντες τὴν εὐκινησίαν καὶ εὐρυθμίαν μὲ τὴν ὁποίαν ἐπολέμει καὶ τὴν ὁποίαν εἶχεν ἐκ τῆς ὀρχήσεως. Ἰδοῦ δὲ τί λέγουν τὰ Ὁμηρικὰ ἔπη•
Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστὴν περ’ ἐόντα
ἔγχος ἐμὸν κατέπαυσε. 1*
Ἐν τοσούτω δὲν τὸν ἐπέτυχε, διότι ὁ Μηριόνης, ὡς ἐξησκημένος εἰς τὸν χορόν, ὑποθέτω, εὐκόλως διέφευγε τὰ ριπτόμενα ἐναντίον του ἀκόντια.
9. Καίτι ἔχω νὰ ἀναφέρῳ καὶ πολλοὺς ἄλλους ἐκ τῶν ἡρώων, οἴτινες ἦσαν γυμνασμένοι εἰς τὴν ὄρχησιν καὶ εἶχον ἀναγάγη αὐτὴν εἰς τέχνην, θεωρῶ ἀρκετόν νὰ ἀναφέρῳ μόνον τὸν Νεοπτόλεμον τὸν ὑιόν τοῦ Ἀχιλλέως, ὅστις διέπρεψε ὡς χορευτὴς καὶ ἐπενόησε νέον εἶδος χοροῦ, τὸ ὠραιότερον, τὸν ἐξ αὐτοῦ ὀνομασθέντα Πυρρήχιον.2* Ὁ δὲ Ἀχιλλεύς μανθάνων ταῦτα περὶ τοῦ ὑιοῦ του ἔχαιρεν, ὑποθέτω, περισσότερον παρὰ διὰ τὸ κάλλος καὶ τὴν ἄλλην ἐνδρείαν του. Τωόντι δὲ ἡ ὀρχηστικὴ τέχνη ἐκείνου συνετέλεσεν εἰς τὸ νὰ ἐκπορθηθῇ καὶ καταστραφῇ ἡ δυσπόρθητος πόλις τῶν Τρωών.
(Λουκιανοῦ, ΠΕΡΙ ΟΡΧΗΣΕΩΣ) Μτφρ. Ἰωάννου Κονδυλάκη
1* Λόγος τοῦ Αἰνείου: Μολονότι εἶσαι χορευτής, Μηριόνη, τὸ δόρυ μoυ θὰ σὲ ξαπλώσῃ κάτω.
2* Ὁ Νεοπτόλεμος ὡνομάζετο Πυρρός, δηλαδή ξανθός.
Ἀρχαῖο Κείμενο
[8] Πρῶτον δέ φασιν Ῥέαν ἡσθεῖσαν τῇ τέχνῃ ἐν Φρυγίᾳ μὲν τοὺς Κορύβαντας, ἐν Κρήτῃ δὲ τοὺς Κουρῆτας ὀρχεῖσθαι κελεῦσαι, καὶ οὐ τὰ μέτρια ὤνατο τῆς τέχνης αὐτῶν, οἵ γε περιορχούμενοι διεσώσαντο αὐτῇ τὸν Δία, ὥστε καὶ σῶστρα εἰκότως ἂν ὁ Ζεὺς ὀφείλειν ὁμολογοίη αὐτοῖς, ἐκφυγὼν διὰ τὴν ἐκείνων ὄρχησιν τοὺς πατρῴους ὀδόντας. ἐνόπλιος δὲ αὐτῶν ἡ ὄρχησις ἦν, τὰ ξίφη μεταξὺ κροτούντων πρὸς τὰς ἀσπίδας καὶ πηδώντων ἔνθεόν τι καὶ πολεμικόν.
Μετὰ δέ, Κρητῶν οἱ κράτιστοι ἐνεργῶς ἐπιτηδεύσαντες αὐτὸ ἄριστοι ὀρχησταὶ ἐγένοντο, οὐχ οἱ ἰδιῶται μόνον, ἀλλὰ καὶ οἱ βασιλικώτεροι καὶ πρωτεύειν ἀξιοῦντες. ὁ γοῦν Ὅμηρος τὸν Μηριόνην, οὐκ αἰσχῦναι βουλόμενος ἀλλὰ κοσμῆσαι, ὀρχηστὴν προσεῖπεν, καὶ οὕτως ἄρα ἐπίσημος ἦν καὶ γνώριμος ἅπασιν ἐπὶ τῇ ὀρχηστικῇ ὥστε οὐχ οἱ Ἕλληνες μόνον ταῦτα ἠπίσταντο περὶ αὐτοῦ ἀλλὰ καὶ οἱ Τρῶες αὐτοί, καίτοι πολέμιοι ὄντες· ἑώρων γάρ, οἶμαι, καὶ τὴν ἐν τῷ πολεμεῖν αὐτοῦ κουφότητα καὶ εὐρυθμίαν, ἣν ἐξ ὀρχήσεως ἐκέκτητο. φησὶν δὲ τὰ ἔπη ὧδέ πως·
Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
ἔγχος ἐμὸν κατέπαυσε.καὶ ὅμως οὐ κατέπαυσεν αὐτόν· ἅτε γὰρ ἠσκημένος ἐν τῇ ὀρχηστικῇ, ῥᾳδίως, οἶμαι, διεδίδρασκεν τὰς ἐπ᾽ αὐτὸν ἀφέσεις τῶν ἀκοντίων.
[9] Πολλοὺς δὲ καὶ ἄλλους τῶν ἡρώων εἰπεῖν ἔχων τοῖς αὐτοῖς ἐγγεγυμνασμένους καὶ τέχνην τὸ πρᾶγμα πεποιημένους, ἱκανὸν ἡγοῦμαι τὸν Νεοπτόλεμον, Ἀχιλλέως μὲν παῖδα ὄντα, πάνυ δὲ διαπρέψαντα ἐν τῇ ὀρχηστικῇ καὶ εἶδος τὸ κάλλιστον αὐτῇ προστεθεικότα, Πυρρίχιον ἀπ᾽ αὐτοῦ κεκλημένον· καὶ ὁ Ἀχιλλεύς, ταῦτα ὑπὲρ τοῦ παιδὸς πυνθανόμενος, μᾶλλον ἔχαιρεν, οἶμαι, ἢ ἐπὶ τῷ κάλλει καὶ τῇ ἄλλῃ ἀλκῇ αὐτοῦ. τοιγαροῦν τὴν Ἴλιον, τέως ἀνάλωτον οὖσαν, ἡ ἐκείνου ὀρχηστικὴ καθεῖλεν καὶ εἰς ἔδαφος κατέρριψεν.
Δεῖτε –> Πυρίχειος Χορός Σέρα – Ἑλλήνων Δρώμενα –> http://youtu.be/6QAiNqCogMg
Marble relief depicting nude pyrrhic dancers performing war dance
Image Credit: DEA / G. DAGLI ORTI / Contributor
© copyright Getty Images
http://www.gettyimages.com/detail/news-photo/greek-civilization-4th-century-b-c-marble-relief-depicting-news-photo/122221628?license
Συντομευμένος σύνδεσμος (shortlink): https://wp.me/p2VN9U-PX